Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ᾤχετο , τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος : που πολλὰ μετεστεναχίζετ᾽ ὀπίσσω
ἣν ἄτην ὀχέων : δ᾽ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
95
φίλος , ἀλλὰ σὺ θᾶσσον ἔχ᾽ ἡνία φοινικόεντα
ἵππων ὠκυπόδων : μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100
Φοίβου Ἀπόλλωνος , ἑκατηβελέταο ἄνακτος:
μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
τὸν δ᾽ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος:
ἠθεῖ᾽ , μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα:
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν , ἵνα κλέος ἐσθλὸν ἄρηαι.
ἀλλ᾽ ἄγε δύσεο τεύχε᾽ ἀρήια , ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θ᾽ ἡμέτερόν τε
110
μαρνώμεσθ᾽ , ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
οὐδ᾽ Ἰφικλεΐδην δειδίξεται , ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι , λιλαιόμενοι πολέμοιο
φυλόπιδα στῆσαι , τά σφιν πολὺ φίλτερα θοίνης.
115
Ὣς φάτο : μείδησεν δὲ βίη Ἡρακληείη
θυμῷ γηθήσας : μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν:
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
ἥρως Ἰόλαε , διοτρεφές , οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα : σὺ δ᾽ ὡς πάρος ἦσθα δαΐφρων,
120
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην