Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰς ἀπέρατον δίκτυον ἄτης
ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
Προμηθεύς
1080
καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
χθὼν σεσάλευται:
βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
βροντῆς , ἕλικες δ᾽ ἐκλάμπουσι
στεροπῆς ζάπυροι , στρόμβοι δὲ κόνιν
1085
εἱλίσσουσι : σκιρτᾷ δ᾽ ἀνέμων
πνεύματα πάντων εἰς ἄλληλα
στάσιν ἀντίπνουν ἀποδεικνύμενα:
ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
1090
τεύχουσα φόβον στείχει φανερῶς.
μητρὸς ἐμῆς σέβας , πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.