Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πέτραις προσαυαινόμενον
ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.
150
νέοι γὰρ οἰακονόμοι
κρατοῦσ᾽ , Ὀλύμπου : νεοχμοῖς
δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδου
τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
Τάρταρον ἧκεν,
155
δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
ὡς μήτε θεὸς μήτε τις ἄλλος
τοῖσδ᾽ ἐπεγήθει.
νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ τάλας
ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορός
160
τίς ὧδε τλησικάρδιος
θεῶν , ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
τίς οὐ ξυνασχαλᾷ κακοῖς
τεοῖσι , δίχα γε Διός ; δ᾽ ἐπικότως ἀεὶ
θέμενος ἄγναμπτον νόον
165
δάμναται Οὐρανίαν
γένναν , οὐδὲ λήξει , πρὶν ἂν κορέσῃ κέαρ παλάμᾳ τινὶ
τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθεύς
μὴν ἔτ᾽ ἐμοῦ , καίπερ κρατεραῖς
ἐν γυιοπέδαις αἰκιζομένου,
170
χρείαν ἕξει μακάρων πρύτανις,
δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει , στερεάς τ᾽
175
οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ