Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
235
τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
ἐγὼ δ᾽ ἐτόλμησ᾽ : ἐξελυσάμην βροτοὺς
τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240
πάσχειν μὲν ἀλγειναῖσιν , οἰκτραῖσιν δ᾽ ἰδεῖν:
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος , τούτου τυχεῖν
οὐκ ἠξιώθην αὐτός , ἀλλὰ νηλεῶς
ὧδ᾽ ἐρρύθμισμαι , Ζηνὶ δυσκλεὴς θέα.
Χορός
σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245
ὅστις , Προμηθεῦ , σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις : ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.
Προμηθεύς
καὶ μὴν φίλοις <γ᾽ > ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορός
μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
250
θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
255
καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
Προμηθεύς
αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
260
οὐκ ἄλλο γ᾽ οὐδέν , πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
δόξει δὲ πῶς ; τίς ἐλπίς ; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες ; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος . ἀλλὰ ταῦτα μὲν
μεθῶμεν , ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.