Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
265
ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
πράσσοντ᾽ : ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
ἑκὼν ἑκὼν ἥμαρτον , οὐκ ἀρνήσομαι:
θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
270
οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275
ἀκούσαθ᾽ , ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
πίθεσθέ μοι πίθεσθε , συμπονήσατε
τῷ νῦν μογοῦντι . ταὐτά τοι πλανωμένη
πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
Χορός
οὐκ ἀκούσαις ἐπεθώυξας
280
τοῦτο , Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ᾽ , αἰθέρα θ᾽ ἁγνὸν
πόρον οἰωνῶν , ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ , τοὺς σοὺς δὲ πόνους
285
χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός
ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ , Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων:
290
ταῖς σαῖς δὲ τύχαις , ἴσθι , συναλγῶ.
τὸ τε γάρ με , δοκῶ , συγγενὲς οὕτως
ἐσαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ᾽ σοί.