Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
295
γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽ , οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι : φέρε γὰρ
σήμαιν᾽ τι χρή σοι συμπράσσειν:
οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
300
ἔα : τί χρῆμα λεύσσω ; καὶ σὺ δὴ πόνων ἐμῶν
ἥκεις ἐπόπτης ; πῶς ἐτόλμησας , λιπὼν
ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
αὐτόκτιτ᾽ ἄντρα , τὴν σιδηρομήτορα
ἐλθεῖν ἐς αἶαν ; θεωρήσων τύχας
305
ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
δέρκου θέαμα , τόνδε τὸν Διὸς φίλον,
τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
ὁρῶ , Προμηθεῦ , καὶ παραινέσαι γέ σοι
310
θέλω τὰ λῷστα , καίπερ ὄντι ποικίλῳ.
γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
νέους : νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
ῥίψεις , τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
315
θακῶν κλύοι Ζεύς , ὥστε σοι τὸν νῦν ὄχλον
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
ἀλλ᾽ , ταλαίπωρ᾽ , ἃς ἔχεις ὀργὰς ἄφες,
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε:
320
τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
γλώσσης , Προμηθεῦ , τἀπίχειρα γίγνεται.
σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ