Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
325
πρὸς κέντρα κῶλον ἐκτενεῖς , ὁρῶν ὅτι
τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
330
οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς
τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335
πάντως γὰρ οὐ πείσεις νιν : οὐ γὰρ εὐπιθής.
πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
σαυτόν : ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
δώσειν Δί᾽ , ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ:
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις . ἀτὰρ
μηδὲν πόνει . μάτην γὰρ οὐδὲν ὠφελῶν
345
ἐμοὶ πονήσεις , εἴ τι καὶ πονεῖν θέλεις.
ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
ἐγὼ γὰρ οὐκ , εἰ δυστυχῶ , τοῦδ᾽ εἵνεκα
θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ᾽ ἐπεί με καὶ κασιγνήτου τύχαι
350
τείρουσ᾽ Ἄτλαντος , ὃς πρὸς ἑσπέρους τόπους
ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων , ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ᾤκτιρα , δάιον τέρας