Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
355
ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
Τυφῶνα θοῦρον : πᾶσιν [ ὅς ] ἀντέστη θεοῖς,
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον:
ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ:
360
ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων . φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
365
καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
κεῖται στενωποῦ πλησίον θαλασσίου
ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο:
κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος : ἔνθεν ἐκραγήσονταί ποτε
370
ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375
σὺ δ᾽ οὐκ ἄπειρος , οὐδ᾽ ἐμοῦ διδασκάλου
χρῄζεις : σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
οὔκουν , Προμηθεῦ , τοῦτο γιγνώσκεις , ὅτι
380
ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ὠκεανός
ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν ; δίδασκέ με.