Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
445
λέξω δέ , μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον , ἀλλ᾽ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450
ἔφυρον εἰκῇ πάντα , κοὔτε πλινθυφεῖς
δόμους προσείλους , ᾖσαν , οὐ ξυλουργίαν:
κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455
οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον , ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον , ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
καὶ μὴν ἀριθμόν , ἔξοχον σοφισμάτων,
460
ἐξηῦρον αὐτοῖς , γραμμάτων τε συνθέσεις,
μνήμην ἁπάντων , μουσομήτορ᾽ ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σάγμασὶν θ᾽ , ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465
γένοινθ᾽ , ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
ἵππους , ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.
τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
470
βροτοῖσιν , αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
πέπονθας αἰκὲς πῆμ᾽ : ἀποσφαλεὶς φρενῶν
πλανᾷ , κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις