Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
475
εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
τὸ μὲν μέγιστον , εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ᾽ οὐδέν , οὔτε βρώσιμον,
480
οὐ χριστόν , οὐδὲ πιστόν , ἀλλὰ φαρμάκων
χρείᾳ κατεσκέλλοντο , πρίν γ᾽ ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
485
κἄκρινα πρῶτος ἐξ ὀνειράτων χρὴ
ὕπαρ γενέσθαι , κληδόνας τε δυσκρίτους
ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους:
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ᾽ , οἵτινές τε δεξιοὶ φύσιν
490
εὐωνύμους τε , καὶ δίαιταν ἥντινα
ἔχουσ᾽ ἕκαστοι , καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι:
σπλάγχνων τε λειότητα , καὶ χροιὰν τίνα
ἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
495
χολή , λοβοῦ τε ποικίλην εὐμορφίαν.
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
ὥδωσα θνητούς , καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα , πρόσθεν ὄντ᾽ ἐπάργεμα.
500
τοιαῦτα μὲν δὴ ταῦτ᾽ : ἔνερθε δὲ χθονὸς
κεκρυμμέν᾽ , ἀνθρώποισιν ὠφελήματα,
χαλκόν , σίδηρον , ἄργυρον , χρυσόν τε τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς , σάφ᾽ οἶδα , μὴ μάτην φλύσαι θέλων.