Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
600
σκιρτημάτων δὲ νήστισιν
αἰκείαις λαβρόσυτος ἦλθον , <Ἥρας >
ἐπικότοισι μήδεσι δαμεῖσα . δυσ-
δαιμόνων δὲ τίνες οἵ , ,
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
605
τέκμηρον τι μ᾽ ἐπαμμένει
παθεῖν , τί μῆχαρ , τί φάρμακον νόσου,
δεῖξον , εἴπερ οἶσθα:
θρόει , φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
Προμηθεύς
λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610
οὐκ ἐμπλέκων αἰνίγματ᾽ , ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
Ἰώ
κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ , τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
615
ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
λέγ᾽ ἥντιν᾽ αἰτῇ : πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώ
σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.
Προμηθεύς
βούλευμα μὲν τὸ Δῖον , Ἡφαίστου δὲ χείρ.
Ἰώ
620
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον , τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
τὸ μὴ μαθεῖν σοι κρεῖσσον μαθεῖν τάδε.
Ἰώ
625
μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
φθόνος μὲν οὐδείς , σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.