Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θεοπρόπους ἴαλλεν , ὡς μάθοι τί χρὴ
660
δρῶντ᾽ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665
ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
κεἰ μὴ θέλοι , πυρωπὸν ἐκ Διὸς μολεῖν
κεραυνόν , ὃς πᾶν ἐξαϊστώσοι γένος.
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670
ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
ἄκουσαν ἄκων : ἀλλ᾽ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν , κεραστὶς δ᾽ , ὡς ὁρᾶτ᾽ , ὀξυστόμῳ
675
μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
Λέρνης τε κρήνην : βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει , πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680
ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος μόρος
τοῦ ζῆν ἀπεστέρησεν . οἰστροπλὴξ δ᾽ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
κλύεις τὰ πραχθέντ᾽ : εἰ δ᾽ ἔχεις εἰπεῖν τι
λοιπὸν πόνων , σήμαινε : μηδέ μ᾽ οἰκτίσας
685
ξύνθαλπε μύθοις ψευδέσιν : νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορός
ἔα ἔα , ἄπεχε , φεῦ:
οὔποτ᾽ οὔποτ᾽ ηὔχουν <ὧδε > ξένους