Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
720
ὕψιστον , ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
κροτάφων ἀπ᾽ αὐτῶν . ἀστρογείτονας δὲ χρὴ
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
βῆναι κέλευθον , ἔνθ᾽ , Ἀμαζόνων στρατὸν
ἥξεις στυγάνορ᾽ , αἳ Θεμίσκυράν ποτε
725
κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ᾽ , ἵνα
τραχεῖα πόντου Σαλμυδησσία γνάθος
ἐχθρόξενος ναύταισι , μητρυιὰ νεῶν:
αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
730
Κιμμερικὸν ἥξεις , ὃν θρασυσπλάγχνως σε χρὴ
λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν:
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
τῆς σῆς πορείας , Βόσπορος δ᾽ ἐπώνυμος
κεκλήσεται . λιποῦσα δ᾽ Εὐρώπης πέδον
735
ἤπειρον ἥξεις Ἀσιάδ᾽ :. ἆρ᾽ , ὑμῖν δοκεῖ
τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
βίαιος εἶναι ; τῇδε γὰρ θνητῇ θεὸς
χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.
πικροῦ δ᾽ ἔκυρσας , κόρη , τῶν σῶν γάμων
740
μνηστῆρος . οὓς γὰρ νῦν ἀκήκοας λόγους,
εἶναι δόκει σοι μηδέπω ᾽ν προοιμίοις.
Ἰώ
ἰώ μοί μοι , .
Προμηθεύς
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζῃ ; τί που
δράσεις , ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
745
γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος , ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων