Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
750
ἀπηλλάγην ; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον:
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή:
755
νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων , πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς
ἥδοι᾽ ἄν , οἶμαι , τήνδ᾽ ἰδοῦσα συμφοράν.
Ἰώ
πῶς δ᾽ οὐκ ἄν , ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
760
ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰώ
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ
ποίῳ τρόπῳ ; σήμηνον , εἰ μή τις βλάβη.
Προμηθεύς
γαμεῖ γάμον τοιοῦτον ποτ᾽ ἀσχαλᾷ.
Ἰώ
765
θέορτον , βρότειον ; εἰ ῥητόν , φράσον.
Προμηθεύς
τί δ᾽ ὅντιν᾽ :; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ
πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
Προμηθεύς
770
οὐ δῆτα , πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώ
τίς οὖν λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
τῶν σῶν τιν᾽ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώ
πῶς εἶπας ; ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
Προμηθεύς
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
Ἰώ
775
ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος χρησμῳδία.
Προμηθεύς
καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
Προμηθεύς
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
ποίοιν ; πρόδειξον , αἵρεσίν τ᾽ ἐμοὶ δίδου.