Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
780
δίδωμ᾽ : ἑλοῦ γάρ , πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς , τὸν ἐκλύσοντ᾽ ἐμέ.
Χορός
τούτων σὺ τὴν μὲν τῇδε , τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον , μηδ᾽ ἀτιμάσῃς λόγου:
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785
ἐμοὶ δὲ τὸν λύσοντα : τοῦτο γὰρ ποθῶ.
Προμηθεύς
ἐπεὶ προθυμεῖσθ᾽ , οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
σοὶ πρῶτον , Ἰοῖ , πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
790
ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
...
πόντου περῶσα φλοῖσβον , ἔστ᾽ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης , ἵνα
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
795
τρεῖς κυκνόμορφοι , κοινὸν ὄμμ᾽ ἐκτημέναι,
μονόδοντες , ἃς οὔθ᾽ ἥλιος προσδέρκεται
ἀκτῖσιν οὔθ᾽ νύκτερος μήνη ποτέ.
πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800
ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω:
ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν:
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι , τόν τε μουνῶπα στρατὸν
805
Ἀριμασπὸν ἱπποβάμον᾽ , οἳ χρυσόρρυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου:
τούτοις σὺ μὴ πέλαζε . τηλουρὸν δὲ γῆν
ἥξεις , κελαινὸν φῦλον , οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς , ἔνθα ποταμὸς Αἰθίοψ.