Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
810
τούτου παρ᾽ ὄχθας ἕρφ᾽ , ἕως ἂν ἐξίκῃ
καταβασμόν , ἔνθα Βιβλίνων ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν , οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
815
Ἰοῖ , πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε:
σχολὴ δὲ πλείων θέλω πάρεστί μοι.
Χορός
εἰ μέν τι τῇδε λοιπὸν παρειμένον
820
ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ᾽ : εἰ δὲ πάντ᾽ εἴρηκας , ἡμῖν αὖ χάριν
δὸς ἥνπερ αἰτούμεσθα , μέμνησαι δέ που.
Προμηθεύς
τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
825
πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
830
τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην , ἵνα
μαντεῖα θᾶκός τ᾽ ἐστὶ Θεσπρωτοῦ Διός,
τέρας τ᾽ ἄπιστον , αἱ προσήγοροι δρύες,
ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προσηγορεύθης Διὸς κλεινὴ δάμαρ
835
μέλλουσ᾽ ἔσεσθαι . τῶνδε προσσαίνει σέ τι ;
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις:
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,