Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
840
σαφῶς ἐπίστασ᾽ , Ἰόνιος κεκλήσεται,.
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
845
ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
850
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον , ὃς καρπώσεται
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα:
πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
855
θηλύσπορος , φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν : οἱ δ᾽ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύοντες οὐ θηρασίμους
γάμους , φθόνον δὲ σωμάτων ἕξει θεός:
860
Πελασγία δὲ δέξεται θηλυκτόνῳ
Ἄρει , δαμέντων νυκτιφρουρήτῳ θράσει.
γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος:
τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
865
μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον , ἀλλ᾽ ἀπαμβλυνθήσεται
γνώμην : δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον μιαιφόνος:
αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.