Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
870
μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
τόξοισι κλεινός , ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ
λύσει . τοιόνδε χρησμὸν παλαιγενὴς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις:
875
ὅπως δὲ χὤπη , ταῦτα δεῖ μακροῦ λόγου
εἰπεῖν , σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώ
ἐλελεῦ ἐλελεῦ,
ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
μανίαι θάλπουσ᾽ , οἴστρου δ᾽ ἄρδις
880
χρίει μ᾽ ἄπυρος:
κραδία δὲ φόβῳ φρένα λακτίζει.
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ , γλώσσης ἀκρατής:
885
θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆ
στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορός
σοφὸς σοφὸς [ ἦν ] ὃς
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
890
ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Χορός
μήποτε μήποτέ μ᾽ ,
895
<πότνιαι> Μοῖραι , λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν:
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν