Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
900
δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
Χορός
ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς γάμος,
ἄφοβος : [ οὐ δέδια :] μηδὲ κρεισσόνων θεῶν
ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
ἀπόλεμος ὅδε γ᾽ πόλεμος , ἄπορα πόριμος:
905
οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν.
τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
Προμηθεύς
μὴν ἔτι Ζεύς , καίπερ αὐθάδης φρενῶν,
ἔσται ταπεινός , οἷον ἐξαρτύεται
γάμον γαμεῖν , ὃς αὐτὸν ἐκ τυραννίδος
910
θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ : πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915
ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ . πρὸς ταῦτά νυν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός , τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά:
920
τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ , δυσμαχώτατον τέρας:
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον:
θαλασσίαν τε γῆς τινάκτειραν νόσον
925
τρίαιναν , αἰχμὴν τὴν Ποσειδῶνος , σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
σύ θην χρῄζεις , ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.