Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
990
προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
995
γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
Προμηθεύς
ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
τόλμησον , μάταιε , τόλμησόν ποτε
1000
πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,
Προμηθεύς
ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
εἰσελθέτω σε μήποθ᾽ ὡς ἐγὼ Διὸς
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
1005
γυναικομίμοις ὑπτιάσμασιν χερῶν
λῦσαί με δεσμῶν τῶνδε : τοῦ παντὸς δέω.
Ἑρμῆς
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν:
τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
ἐμαῖς : δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
1010
πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.
ἀτὰρ σφοδρύνῃ γ᾽ ἀσθενεῖ σοφίσματι:
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
σκέψαι δ᾽ , ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
1015
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ᾽ ἄφυκτος : πρῶτα μὲν γὰρ ὀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ