Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς <δ᾽ > ἄτα διαφέρει
70
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
Χορός
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος , πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
<προ>βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορός
75
ἐμοὶ δ᾽ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προσήνεγκαν : (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν)
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
80
βίᾳ φρενῶν αἰνέσαι
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις , κρυφαίοις πένθεσιν παχνουμένη.
Ἠλέκτρα
δμωαὶ γυναῖκες , δωμάτων εὐθήμονες,
85
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί , γένεσθε τῶνδε σύμβουλοι πέρι:
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω , πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90
γυναικὸς ἀνδρί , τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ᾽ οὐ πάρεστι θάρσος , οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
τοῦτο φάσκω τοὔπος , ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95
στέφη , δόσιν γε τῶν κακῶν ἐπαξίαν;
σῖγ᾽ ἀτίμως , ὥσπερ οὖν ἀπώλετο
πατήρ , τάδ᾽ ἐκχέασα , γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;