<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:1057-1086</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:1057-1086</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1057">τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.</l><l n="1058">κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς</l><l n="1059">στρατὸς Γιγάντων οὔτε θήρειος βία,</l><l n="1060">οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ</l><l n="1061">γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·</l><l n="1062">γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,</l><l n="1063">μόνη με δὴ καθεῖλε φασγάνου δίχα.</l><l n="1064">ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,</l><l n="1065">καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.</l><l n="1066">δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν</l><l n="1067">ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα</l><l n="1068">εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν</l><l n="1069">λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.</l><l n="1070">ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με</l><l n="1071">πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος</l><l n="1072">βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε</l><l n="1073">τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,</l><l n="1074">ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.</l><l n="1075">νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.</l></sp><milestone unit="card" n="1076"/><sp><speaker>Ἡρακλῆς</speaker><l n="1076">καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,</l><l n="1077">σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο</l><l n="1078">πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.</l><l n="1079">ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,</l><l n="1080">ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.</l><l n="1081">αἰαῖ, ἆ τάλας,</l><l n="1082">ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,</l><l n="1083">διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν</l><l n="1084">ἔοικεν ἡ τάλαινα διάβορος νόσος.</l><l n="1085">ὦναξ Ἀίδη, δέξαι μʼ,</l><l n="1086">ὦ Διὸς ἀκτίς, παῖσον,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>