<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:133-164</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:133-164</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="epode"><sp><l n="133">οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ</l><l n="134">βέβακε, τῷ δʼ ἐπέρχεται</l><l n="135">χαίρειν τε καὶ στέρεσθαι.</l><l n="136">ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω</l><l n="137">τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε</l><l n="140">τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;</l></sp></div></div><milestone unit="card" n="141"/><div type="textpart" subtype="episode"><sp><speaker>Δηιάνειρα</speaker><l n="141">πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει</l><l n="142">πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,</l><l n="143">μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.</l><l n="144">τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται</l><l n="145">χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ</l><l n="146">οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,</l><l n="147">ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον</l><l n="148">ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ</l><l n="149">κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,</l><l n="150">ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.</l><l n="151">τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν</l><l n="152">πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.</l><l n="153">πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·</l><l n="154">ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.</l><l n="155">ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ</l><l n="156">ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις</l><l n="157">λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην</l><l n="158">ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,</l><l n="159">πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,</l><l n="160">ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.</l><l n="161">νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι</l><l n="162">χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις</l><l n="163">μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,</l><l n="164">χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>