<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:256-285</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:256-285</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><sp><l n="256">ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους</l><l n="257">ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.</l><l n="258">κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,</l><l n="259">στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν</l><l n="260">τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον</l><l n="261">μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·</l><l n="262">ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,</l><l n="263">ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις</l><l n="264">ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,</l><l n="265">λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη</l><l n="266">τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,</l><l n="267">φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου</l><l n="268">ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,</l><l n="269">ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,</l></sp><milestone unit="card" n="270"/><sp><speaker>Λίχας</speaker><l n="270">ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν</l><l n="271">πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,</l><l n="272">τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν</l><l n="273">ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.</l><l n="274">ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ</l><l n="275">ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος</l><l n="276">πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,</l><l n="277">ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ</l><l n="278">ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,</l><l n="279">Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·</l><l n="280">ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.</l><l n="281">κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς</l><l n="282">αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,</l><l n="283">πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς</l><l n="284">ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον</l><l n="285">χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>