<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:436-465</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:436-465</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><sp><l n="436">μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος</l><l n="437">Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.</l><l n="438">οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ</l><l n="439">οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι</l><l n="440">χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.</l><l n="441">Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται</l><l n="442">πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·</l><l n="443">οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,</l><l n="444">κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;</l><l n="445">ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ</l><l n="446">ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,</l><l n="447">ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ</l><l n="448">τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.</l><l n="449">οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν</l><l n="450">ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.</l><l n="451">εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν</l><l n="452">θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.</l><l n="453">ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ</l><l n="454">ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.</l><l n="455">ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·</l><l n="456">πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.</l><l n="457">κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ</l><l n="458">τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·</l><l n="459">τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας</l><l n="460">πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;</l><l n="461">κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν</l><l n="462">ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ</l><l n="463">κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ</l><l n="464">ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι</l><l n="465">τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>