<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:466-495</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:466-495</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><sp><l n="466">καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος</l><l n="467">ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν</l><l n="468">ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν</l><l n="469">πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.</l></sp><milestone unit="card" n="470"/><sp><speaker>Χορός</speaker><l n="470">πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ</l><l n="471">γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.</l></sp><sp><speaker>Λίχας</speaker><l n="472">ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω</l><l n="473">θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,</l><l n="474">πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.</l><l n="475">ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.</l><l n="476">ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ</l><l n="477">διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος</l><l n="478">καθῃρέθη πατρῷος Οἰχαλία δόρει.</l><l n="479">καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,</l><l n="480">οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,</l><l n="481">ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν</l><l n="482">μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,</l><l n="483">ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.</l><l n="484">ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,</l><l n="485">κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν</l><l n="486">καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,</l><l n="487">οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·</l><l n="488">ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν</l><l n="489">τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.</l></sp><sp><speaker>Δηιάνειρα</speaker><l n="490">ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,</l><l n="491">κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,</l><l n="492">θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης</l><l n="493">χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,</l><l n="494">ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,</l><l n="495">καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>