<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:531-560</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:531-560</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="531">ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ</l><l n="532">ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,</l><l n="533">τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,</l><l n="534">τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,</l><l n="535">τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.</l><l n="536">κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,</l><l n="537">παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,</l><l n="538">λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.</l><l n="539">καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ</l><l n="540">χλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς,</l><l n="541">ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,</l><l n="542">οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.</l><l n="543">ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι</l><l n="544">νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·</l><l n="545">τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴ</l><l n="546">δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;</l><l n="547">ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,</l><l n="548">τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ</l><l n="549">ὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα.</l><l n="550">ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς</l><l n="551">ἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.</l><l n="552">ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν</l><l n="553">γυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι,</l><l n="554">λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.</l><l n="555">ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ</l><l n="556">θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,</l><l n="557">ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰ</l><l n="558">Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,</l><l n="559">ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς</l><l n="560">μισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοις</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>