<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:561-590</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:561-590</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="561">κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.</l><l n="562">ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον</l><l n="563">ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,</l><l n="564">φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ,</l><l n="565">ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ,</l><l n="566">χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν</l><l n="567">ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας</l><l n="568">στέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρ</l><l n="569">τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,</l><l n="570">τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,</l><l n="571">πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·</l><l n="572">ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν</l><l n="573">σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους</l><l n="574">ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,</l><l n="575">ἔσται φρενός σοι τοῦτο κηλητήριον</l><l n="576">τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν</l><l n="577">στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.</l><l n="578">τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν</l><l n="579">κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,</l><l n="580">χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα</l><l n="581">ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.</l><l n="582">κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ</l><l n="583">μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·</l><l n="584">φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα</l><l n="585">τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,</l><l n="586">μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ</l><l n="587">πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.</l></sp><milestone unit="card" n="588"/><sp><speaker>Χορός</speaker><l n="588">ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,</l><l n="589">δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.</l></sp><sp><speaker>Δηιάνειρα</speaker><l n="590">οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>