<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:591-620</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:591-620</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="591">ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·</l></sp><sp><speaker>Χορός</speaker><l n="592">ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς</l><l n="593">ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.</l></sp><sp><speaker>Δηιάνειρα</speaker><l n="594">ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω</l><l n="595">θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.</l><l n="596">μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ</l><l n="597">κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.</l></sp><sp><speaker>Λίχας</speaker><l n="598">τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,</l><l n="599">ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.</l></sp><milestone unit="card" n="600"/><sp><speaker>Δηιάνειρα</speaker><l n="600">ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,</l><l n="601">ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,</l><l n="602">ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,</l><l n="603">δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.</l><l n="604">διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν</l><l n="605">κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,</l><l n="606">μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου</l><l n="607">μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,</l><l n="608">πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς</l><l n="609">δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.</l><l n="610">οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους</l><l n="611">ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,</l><l n="612">στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς</l><l n="613">θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.</l><l n="614">καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς</l><l n="615">σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.</l><l n="616">ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,</l><l n="617">τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·</l><l n="618">ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι</l><l n="619">κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.</l></sp><milestone unit="card" n="620"/><sp><speaker>Λίχας</speaker><l n="620">ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>