<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:683-712</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:683-712</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="683">χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.</l><l n="684">καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·</l><l n="685">τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ</l><l n="686">θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,</l><l n="687">ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.</l><l n="688">κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,</l><l n="689">ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ</l><l n="690">μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,</l><l n="691">κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου</l><l n="692">κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.</l><l n="693">εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν</l><l n="694">ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.</l><l n="695">τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως</l><l n="696">τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,</l><l n="697">ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,</l><l n="698">ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,</l><l n="699">μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος</l><l n="700">ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.</l><l n="701">τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν</l><l n="702">προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,</l><l n="703">γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ</l><l n="704">χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.</l></sp><milestone unit="card" n="705"/><sp><speaker>Δηιάνειρα</speaker><l n="705">ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·</l><l n="706">ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.</l><l n="707">πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ</l><l n="708">ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;</l><l n="709">οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι</l><l n="710">χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,</l><l n="711">ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.</l><l n="712">μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>