<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:248-277</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:248-277</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="248">τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="249">οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν</l><l n="250">πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ</l><l n="251">καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη</l><l n="252">τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.</l><l n="253">ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος</l><l n="254">δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.</l><l n="255">ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,</l><l n="256">λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις</l><l n="257">σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν</l><l n="258">ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.</l><l n="259">λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,</l><l n="260">φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο</l><l n="261">πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.</l><l n="262">εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,</l><l n="263">κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.</l><l n="264">ἦμεν δʼ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν</l><l n="265">καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,</l><l n="266">τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι</l><l n="267">τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.</l><l n="268">τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,</l><l n="269">λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα</l><l n="270">νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν</l><l n="271">οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς</l><l n="272">πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον</l><l n="273">σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.</l><l n="274">καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα</l><l n="275">πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.</l><l n="276">πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·</l><l n="277">στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>