<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:278-307</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:278-307</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="278">ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον</l><l n="279">τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι</l></sp><sp><speaker>Κρέων</speaker><l n="280">παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,</l><l n="281">μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.</l><l n="282">λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων</l><l n="283">πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.</l><l n="284">πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην</l><l n="285">ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας</l><l n="286">ναοὺς πυρώσων ἦλθε κἀναθήματα</l><l n="287">καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;</l><l n="288">ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;</l><l n="289">οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως</l><l n="290">ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,</l><l n="291">κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ</l><l n="292">λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.</l><l n="293">ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς</l><l n="294">παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.</l><l n="295">οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος</l><l n="296">κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις</l><l n="297">πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·</l><l n="298">τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας</l><l n="299">χρηστὰς πρὸς αἰσχρὰ πράγματʼ ἵστασθαι βροτῶν·</l><l n="300">πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν</l><l n="301">καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.</l><l n="302">ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,</l><l n="303">χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.</l><l n="304">ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,</l><l n="305">εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·</l><l n="306">εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου</l><l n="307">εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>