<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:413-442</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:413-442</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="413">ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις</l><l n="414">κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.</l><l n="415">χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι</l><l n="416">μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος</l><l n="417">καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς</l><l n="418">τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,</l><l n="419">πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην</l><l n="420">ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας</l><l n="421">αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.</l><l n="422">καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,</l><l n="423">ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς</l><l n="424">ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς</l><l n="425">εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.</l><l n="426">οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,</l><l n="427">γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς</l><l n="428">ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.</l><l n="429">καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,</l><l n="430">ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου</l><l n="431">χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.</l><l n="432">χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν</l><l n="433">θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,</l><l n="434">καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν</l><l n="435">πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,</l><l n="436">ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.</l><l n="437">τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι</l><l n="438">ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν</l><l n="439">ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν</l><l n="440">ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.</l></sp><milestone unit="card" n="441"/><sp><speaker>Κρέων</speaker><l n="441">σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,</l><l n="442">φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε·</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>