<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:443-472</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:443-472</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="443">καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.</l></sp><sp><speaker>Κρέων</speaker><l n="444">σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις</l><l n="445">ἔξω βαρείας αἰτίας ἐλεύθερον·</l><l n="446">σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,</l><l n="447">ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="448">ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.</l></sp><sp><speaker>Κρέων</speaker><l n="449">καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="450">οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,</l><l n="451">οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη</l><l n="452">τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.</l><l n="453">οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ</l><l n="454">κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν</l><l n="455">νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.</l><l n="456">οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε</l><l n="457">ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.</l><l n="458">τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς</l><l n="459">φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην</l><l n="460">δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;</l><l n="461">κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου</l><l n="462">πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.</l><l n="463">ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς</l><l n="464">ζῇ, πῶς ὅδʼ Οὐχὶ κατθανὼν κέρδος φέρει;</l><l n="465">οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν</l><l n="466">παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς</l><l n="467">μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,</l><l n="468">κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.</l><l n="469">σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,</l><l n="470">σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.</l></sp><milestone unit="card" n="471"/><sp><speaker>Χορός</speaker><l n="471">δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς</l><l n="472">τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>