<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:473-502</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:473-502</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="473">ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα</l><l n="474">πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον</l><l n="475">σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ</l><l n="476">θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·</l><l n="477">σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους</l><l n="478">ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει</l><l n="479">φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.</l><l n="480">αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,</l><l n="481">νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·</l><l n="482">ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,</l><l n="483">τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.</l><l n="484">ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,</l><l n="485">εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.</l><l n="486">ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα</l><l n="487">τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,</l><l n="488">αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον</l><l n="489">μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον</l><l n="490">ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.</l><l n="491">καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως</l><l n="492">λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.</l><l n="493">φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς</l><l n="494">τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·</l><l n="495">μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις</l><l n="496">ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="497">θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;</l></sp><sp><speaker>Κρέων</speaker><l n="498">ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.</l></sp><milestone unit="card" n="499"/><sp><speaker>Ἀντιγόνη</speaker><l n="499">τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων</l><l n="500">ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·</l><l n="501">οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.</l><l n="502">καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>