<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:668-697</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:668-697</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="668">καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ</l><l n="669">καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,</l><l n="670">δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον</l><l n="671">μένειν δίκαιον κἀγαθὸν παραστάτην.</l><l n="672">ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.</l><l n="673">αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους</l><l n="674">οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς</l><l n="675">τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων</l><l n="676">σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.</l><l n="677">οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,</l><l n="678">κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.</l><l n="679">κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,</l><l n="680">κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.</l></sp><milestone unit="card" n="681"/><sp><speaker>Χορός</speaker><l n="681">ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,</l><l n="682">λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.</l></sp><sp><speaker>Αἵμων</speaker><l n="683">πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,</l><l n="684">πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.</l><l n="685">ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,</l><l n="686">οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.</l><l n="687">γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.</l><l n="688">σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα</l><l n="689">λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.</l><l n="690">τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ</l><l n="691">λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·</l><l n="692">ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,</l><l n="693">τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,</l><l n="694">πασῶν γυναικῶν ὡς ἀναξιωτάτη</l><l n="695">κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.</l><l n="696">ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς</l><l n="697">πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>