<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:698-727</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2:698-727</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="698">εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.</l><l n="699">οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;</l><l n="700">τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.</l><l n="701">ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,</l><l n="702">οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,</l><l n="703">τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις</l><l n="704">ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;</l><l n="705">μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,</l><l n="706">ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.</l><l n="707">ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,</l><l n="708">ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,</l><l n="709">οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.</l><l n="710">ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν</l><l n="711">πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.</l><l n="712">ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα</l><l n="713">δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,</l><l n="714">τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.</l><l n="715">αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα</l><l n="716">τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω</l><l n="717">στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.</l><l n="718">ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.</l><l n="719">γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου</l><l n="720">πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ</l><l n="721">φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·</l><l n="722">εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,</l><l n="723">καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.</l></sp><milestone unit="card" n="724"/><sp><speaker>Χορός</speaker><l n="724">ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,</l><l n="725">μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.</l></sp><sp><speaker>Κρέων</speaker><l n="726">οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ</l><l n="727">φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>