<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1246-1275</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1246-1275</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1246">μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν</l><l n="1247">θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι</l><l n="1248">τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.</l><l n="1249">γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς</l><l n="1250">ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ  ἐκ τέκνων τέκοι.</l><l n="1251">χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·</l><l n="1252">βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ</l><l n="1253">οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,</l><l n="1254">ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.</l><l n="1255">φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,</l><l n="1256">γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου</l><l n="1257">κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.</l><l n="1258">λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·</l><l n="1259">οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.</l><l n="1260">δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος</l><l n="1261">πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων</l><l n="1262">ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.</l><l n="1263">οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,</l><l n="1264">πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.</l><l n="1265">ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας</l><l n="1266">χαλᾷ κρεμαστὴν ἀρτάνην.  ἐπεὶ δὲ γῇ</l><l n="1267">ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.</l><l n="1268">ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους</l><l n="1269">περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,</l><l n="1270">ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,</l><l n="1271">αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν</l><l n="1272">οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,</l><l n="1273">ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει</l><l n="1274">ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.</l><l n="1275">τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>