<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1376-1405</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1376-1405</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1376">βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;</l><l n="1377">οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·</l><l n="1378">οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων</l><l n="1379">ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ</l><l n="1380">κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς</l><l n="1381">ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων</l><l n="1382">ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν</l><l n="1383">φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.</l><l n="1384">τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν</l><l n="1385">ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;</l><l n="1386">ἥκιστά γʼ·  ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν</l><l n="1387">πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην</l><l n="1388">τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,</l><l n="1389">ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ</l><l n="1390">τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.</l><l n="1391">ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν</l><l n="1392">ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε</l><l n="1393">ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;</l><l n="1394">ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια</l><l n="1395">λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με</l><l n="1396">κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·</l><l n="1397">νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.</l><l n="1398">ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη</l><l n="1399">δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,</l><l n="1400">αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο</l><l n="1401">ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι</l><l n="1402">οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν</l><l n="1403">ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,</l><l n="1404">ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν</l><l n="1405">ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>