<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1436-1465</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1436-1465</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1436">ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου</l><l n="1437">θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.</l></sp><sp><speaker>Κρέων</speaker><l n="1438">ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ</l><l n="1439">πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="1440">ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,</l><l n="1441">τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.</l></sp><sp><speaker>Κρέων</speaker><l n="1442">οὕτως ἐλέχθη ταῦθʼ·  ὅμως δʼ ἵνʼ ἕσταμεν</l><l n="1443">χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="1444">οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;</l></sp><sp><speaker>Κρέων</speaker><l n="1445">καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.</l></sp><milestone unit="card" resp="p" n="1446"/><sp><speaker>Οἰδίπους</speaker><l n="1446">καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,</l><l n="1447">τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον</l><l n="1448">θοῦ·  καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·</l><l n="1449">ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε</l><l n="1450">πατρῷον ἄστυ  ζῶντος οἰκητοῦ τυχεῖν,</l><l n="1451">ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται</l><l n="1452">οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι</l><l n="1453">πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,</l><l n="1454">ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.</l><l n="1455">καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον</l><l n="1456">μήτʼ ἄλλο πέρσαι μηδέν·  οὐ γὰρ ἄν ποτε</l><l n="1457">θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.</l><l n="1458">ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·</l><l n="1459">παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,</l><l n="1460">προσθῇ μέριμναν·  ἄνδρες εἰσίν, ὥστε μὴ</l><l n="1461">σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·</l><l n="1462">ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,</l><l n="1463">αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς</l><l n="1464">τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ</l><l n="1465">ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>