<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1466-1495</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:1466-1495</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1466">αἷν μοι μέλεσθαι·  καὶ μάλιστα μὲν χεροῖν</l><l n="1467">ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.</l><l n="1468">ἴθʼ ὦναξ,</l><l n="1469">ἴθʼ ὦ γονῇ γενναῖε·  χερσί τἂν θιγὼν</l><l n="1470">δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ  ἔβλεπον.</l><l n="1471">τί φημί;</l><l n="1472">οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν</l><l n="1473">δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων</l><l n="1474">ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;</l><l n="1475">λέγω τι;</l></sp><sp><speaker>Κρέων</speaker><l n="1476">λέγεις·  ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,</l><l n="1477">γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.</l></sp><milestone unit="card" resp="p" n="1478"/><sp><speaker>Οἰδίπους</speaker><l n="1478">ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ</l><l n="1479">δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.</l><l n="1480">ὦ τέκνα, ποῦ ποτʼ  ἐστέ;  δεῦρʼ  ἴτʼ, ἔλθετε</l><l n="1481">ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,</l><l n="1482">αἳ τοῦ φυτουργοῦ  πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν</l><l n="1483">τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·</l><l n="1484">ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν</l><l n="1485">πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.</l><l n="1486">καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·</l><l n="1487">νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,</l><l n="1488">οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.</l><l n="1489">ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,</l><l n="1490">ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι</l><l n="1491">πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;</l><l n="1492">ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,</l><l n="1493">τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,</l><l n="1494">τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς</l><l n="1495">γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>