<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:254-283</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:254-283</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="254">γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.</l></sp><milestone unit="card" resp="p" n="255"/><sp><speaker>Οἰδίπους</speaker><l n="255">οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,</l><l n="256">ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,</l><l n="257">ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,</l><l n="258">ἀλλʼ ἐξερευνᾶν·  νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ</l><l n="259">ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,</l><l n="260">ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ  ὁμόσπορον,</l><l n="261">κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος</l><l n="262">μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·</l><l n="263">νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·</l><l n="264">ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,</l><l n="265">ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,</l><l n="266">ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,</l><l n="267">τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ</l><l n="268">τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.</l><l n="269">καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς</l><l n="270">μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ</l><l n="271">μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ</l><l n="272">τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·</l><l n="273">ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις</l><l n="274">τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη</l><l n="275">χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.</l></sp><milestone unit="card" resp="p" n="276"/><sp><speaker>Χορός</speaker><l n="276">ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.</l><l n="277">οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω</l><l n="278">δεῖξαι.  τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν</l><l n="279">Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="280">δίκαιʼ ἔλεξας·  ἀλλʼ ἀναγκάσαι θεοὺς</l><l n="281">ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.</l></sp><sp><speaker>Χορός</speaker><l n="282">τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="283">εἰ καὶ τρίτʼ ἐστί,  μὴ παρῇς τὸ μὴ οὐ φράσαι.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>