<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:374-403</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:374-403</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="374">μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ</l><l n="375">μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.</l></sp><sp><speaker>Τειρεσίας</speaker><l n="376">οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ</l><l n="377">ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="378">Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;</l></sp><sp><speaker>Τειρεσίας</speaker><l n="379">Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.</l></sp><milestone unit="card" resp="p" n="380"/><sp><speaker>Οἰδίπους</speaker><l n="380">ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης</l><l n="381">ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,</l><l n="382">ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,</l><l n="383">εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις</l><l n="384">δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,</l><l n="385">ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,</l><l n="386">λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,</l><l n="387">ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,</l><l n="388">δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν</l><l n="389">μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.</l><l n="390">ἐπεί, φέρʼ  εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;</l><l n="391">πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,</l><l n="392">ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;</l><l n="393">καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν</l><l n="394">ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·</l><l n="395">ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων</l><l n="396">οὔτʼ ἐκ θεῶν του γνωτόν·  ἀλλʼ ἐγὼ μολών,</l><l n="397">ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,</l><l n="398">γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·</l><l n="399">ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις</l><l n="400">παραστατήσειν τοῖς Κρεοντείοις πέλας.</l><l n="401">κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε</l><l n="402">ἀγηλατήσειν·  εἰ δὲ μὴ ʼδόκεις γέρων</l><l n="403">εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>