<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:404-433</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:404-433</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="404">ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη</l><l n="405">ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,</l><l n="406">δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ</l><l n="407">μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.</l></sp><milestone unit="card" resp="p" n="408"/><sp><speaker>Τειρεσίας</speaker><l n="408">εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν</l><l n="409">ἴσʼ ἀντιλέξαι·  τοῦδε γὰρ κἀγὼ κρατῶ.</l><l n="410">οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·</l><l n="411">ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.</l><l n="412">λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·</l><l n="413">σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,</l><l n="414">οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.</l><l n="415">ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν</l><l n="416">τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,</l><l n="417">καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς</l><l n="418">ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,</l><l n="419">βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.</l><l n="420">βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,</l><l n="421">ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,</l><l n="422">ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις</l><l n="423">ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;</l><l n="424">ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,</l><l n="425">ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.</l><l n="426">πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα</l><l n="427">προπηλάκιζε·  σοῦ γὰρ οὐκ ἔστιν βροτῶν</l><l n="428">κάκιον ὅστις ἐκτριβήσεταί ποτε.</l></sp><milestone unit="card" resp="p" n="429"/><sp><speaker>Οἰδίπους</speaker><l n="429">ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;</l><l n="430">οὐκ εἰς ὄλεθρον;   οὐχὶ θᾶσσον;  οὐ πάλιν</l><l n="431">ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;</l></sp><sp><speaker>Τειρεσίας</speaker><l n="432">οὐδʼ ἱκόμην ἔγωγʼ  ἄν, εἰ σὺ μὴ ʼκάλεις.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="433">οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>