<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:61-90</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:61-90</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="61">οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.</l><l n="62">τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται</l><l n="63">μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ</l><l n="64">ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.</l><l n="65">ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,</l><l n="66">ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,</l><l n="67">πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·</l><l n="68">ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,</l><l n="69">ταύτην ἔπραξα·  παῖδα γὰρ Μενοικέως</l><l n="70">Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ</l><l n="71">ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι</l><l n="72">δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.</l><l n="73">καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ</l><l n="74">λυπεῖ τί πράσσει·  τοῦ γὰρ εἰκότος πέρα</l><l n="75">ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.</l><l n="76">ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς</l><l n="77">μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.</l></sp><milestone unit="card" resp="p" n="78"/><sp><speaker>Ἱερεύς</speaker><l n="78">ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως</l><l n="79">Κρέοντα προσστείχοντα σημαίνουσί μοι.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="80">ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ</l><l n="81">σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι</l></sp><sp><speaker>Ἱερεύς</speaker><l n="82">ἀλλʼ εἰκάσαι μέν, ἡδύς·  οὐ γὰρ ἂν κάρα</l><l n="83">πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="84">τάχʼ εἰσόμεσθα·  ξύμμετρος γὰρ ὡς κλύειν.</l><l n="85">ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,</l><l n="86">τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;</l></sp><sp><speaker>Κρέων</speaker><l n="87">ἐσθλήν·  λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι</l><l n="88">κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="89">ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς</l><l n="90">οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>