<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:782-811</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:782-811</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="782">μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας</l><l n="783">μητρὸς πατρός τʼ ἤλεγχον·  οἱ δὲ δυσφόρως</l><l n="784">τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.</l><l n="785">κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ</l><l n="786">ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ·  ὑφεῖρπε γὰρ πολύ.</l><l n="787">λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι</l><l n="788">Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην</l><l n="789">ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια</l><l n="790">καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,</l><l n="791">ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ</l><l n="792">ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,</l><l n="793">φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.</l><l n="794">κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,</l><l n="795">ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα</l><l n="796">ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν</l><l n="797">χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.</l><l n="798">στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς</l><l n="799">σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.</l></sp><milestone unit="card" resp="p" n="800"/><sp><speaker>Οἰδίπους</speaker><l n="800">καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς</l><l n="801">ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,</l><l n="802">ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς</l><l n="803">ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,</l><l n="804">ξυνηντίαζον·  κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν</l><l n="805">αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.</l><l n="806">κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,</l><l n="807">παίω διʼ ὀργῆς·  καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,</l><l n="808">ὄχου παραστείχοντα τηρήσας, μέσον</l><l n="809">κάρα διπλοῖς κέντροισί μου καθίκετο.</l><l n="810">οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως</l><l n="811">σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>