<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1147-1176</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1147-1176</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1147">οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,</l><l n="1148">ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.</l><l n="1149">νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ</l><l n="1150">θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας</l><l n="1151">θύελλʼ ὅπως βέβηκας.  οἴχεται πατήρ·</l><l n="1152">τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·</l><l n="1153">γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς</l><l n="1154">μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις</l><l n="1155">φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος</l><l n="1156">τιμωρὸς αὐτός.  ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς</l><l n="1157">δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,</l><l n="1158">ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης</l><l n="1159">μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.</l></sp><milestone unit="card" n="1160"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="1160">οἴμοι μοι.</l><l n="1161">ὦ δέμας οἰκτρόν.  φεῦ φεῦ.</l><l n="1162">ὦ δεινοτάτας, οἴμοι μοι,</l><l n="1163">πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·</l><l n="1164">ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.</l><l n="1165">τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,</l><l n="1166">τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω</l><l n="1167">ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,</l><l n="1168">ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ</l><l n="1169">τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.</l><l n="1170">τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.</l></sp><milestone unit="card" n="1171"/><sp><speaker>Χορός</speaker><l n="1171">θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,</l><l n="1172">θνητὸς δʼ Ὀρέστης.  ὥστε μὴ λίαν στένε.</l><l n="1173">πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="1174">φεῦ φεῦ.  τί λέξω; ποῖ λόγων ἀμηχανῶν</l><l n="1175">ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="1176">τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>