<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1293-1322</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:1293-1322</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1293">ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ</l><l n="1294">σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι</l><l n="1295">γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.</l><l n="1296">οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται</l><l n="1297">φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·</l><l n="1298">ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ</l><l n="1299">στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε</l><l n="1300">χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="1301">ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον</l><l n="1302">καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς</l><l n="1303">πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,</l><l n="1304">κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ</l><l n="1305">αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς</l><l n="1306">ὑπηρετοίην τῷ παρόντι δαίμονι.</l><l n="1307">ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων</l><l n="1308">ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,</l><l n="1309">μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς</l><l n="1310">γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.</l><l n="1311">μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,</l><l n="1312">κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ</l><l n="1313">δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,</l><l n="1314">ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε</l><l n="1315">καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·</l><l n="1316">ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν</l><l n="1317">τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.</l><l n="1318">ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,</l><l n="1319">ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη</l><l n="1320">οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς</l><l n="1321">ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.</l></sp><milestone unit="card" n="1322"/><sp><speaker>Ὀρέστης</speaker><l n="1322">σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>