<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:251-280</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:251-280</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="251">ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα</l><l n="252">καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς</l><l n="253">λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="254">αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ</l><l n="255">πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.</l><l n="256">ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,</l><l n="257">σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,</l><l n="258">πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;</l><l n="259">ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ</l><l n="260">θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·</l><l n="261">ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,</l><l n="262">ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν</l><l n="263">ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς</l><l n="264">ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι</l><l n="265">λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.</l><l n="266">ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,</l><l n="267">ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω</l><l n="268">τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα</l><l n="269">φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους</l><l n="270">σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,</l><l n="271">ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,</l><l n="272">τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς</l><l n="273">ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν</l><l n="274">ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·</l><l n="275">ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι</l><l n="276">ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·</l><l n="277">ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,</l><l n="278">εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε</l><l n="279">πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,</l><l n="280">ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>