<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:281-310</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:281-310</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="281">θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.</l></sp><milestone unit="card" n="282"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="282">ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας</l><l n="283">κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς</l><l n="284">τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην</l><l n="285">αὐτὴ πρὸς αὑτήν.  οὐδὲ γὰρ κλαῦσαι πάρα</l><l n="286">τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.</l><l n="287">αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ</l><l n="288">φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·</l><l n="289">ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ</l><l n="290">τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;</l><l n="291">κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ</l><l n="292">τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.</l><l n="293">τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς</l><l n="294">ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς</l><l n="295">βοᾷ παραστᾶσʼ·  οὐ σύ μοι τῶνδʼ αἰτία;</l><l n="296">οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν</l><l n="297">κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;</l><l n="298">ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.</l><l n="299">τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας</l><l n="300">ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,</l><l n="301">ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,</l><l n="302">ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.</l><l n="303">ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ</l><l n="304">παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.</l><l n="305">μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου</l><l n="306">καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.</l><l n="307">ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,</l><l n="308">οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς</l><l n="309">πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.</l></sp><milestone unit="card" n="310"/><sp><speaker>Χορός</speaker><l n="310">φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>